23.785 Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλον
23.786 μειδιόων , καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.787 εἰδόσιν ὔμμ’ ἐρέω πᾶσιν φίλοι , ὡς ἔτι καὶ νῦν
23.788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους .
23.789 Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν ,
23.790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ ἀνθρώπων ·
23.791 ὠμογέροντα δέ μίν φασ’ ἔμμεναι · ἀργαλέον δὲ
23.792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς , εἰ μὴ Ἀχιλλεῖ .
23.793 ὣς φάτο , κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα .
23.794 τὸν δ’ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν ·
23.795 Ἀντίλοχ’ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος ,
23.796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω .
23.797 ὣς εἰπὼν ἐν χερσὶ τίθει , δ’ ἐδέξατο χαίρων .
23.798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
23.799 θῆκ’ ἐς ἀγῶνα φέρων , κατὰ δ’ ἀσπίδα καὶ τρυφάλειαν
23.800 τεύχεα Σαρπήδοντος , μιν Πάτροκλος ἀπηύρα .
23.801 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν , περ ἀρίστω ,
23.803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
23.804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι .
23.805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν ,
23.806 ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα ,
23.807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
23.808 καλὸν Θρηΐκιον , τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων ·
23.809 τεύχεα δ’ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων ·
23.810 καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν .
23.811 ὣς ἔφατ’ , ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ,
23.812 ἂν δ’ ἄρα Τυδεΐδης ὦρτο , κρατερὸς Διομήδης .
23.813 οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν ,
23.814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
23.815 δεινὸν δερκομένω · θάμβος δ’ ἔχε πάντας Ἀχαιούς .