23.727 κὰδ δ’ ἔβαλ’ ἐξοπίσω · ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
23.728 κάππεσε · λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε .
23.729 δεύτερος αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς ,
23.730 κίνησεν δ’ ἄρα τυτθὸν ἀπὸ χθονός , οὐδ’ ἔτ’ ἄειρεν ,
23.731 ἐν δὲ γόνυ γνάμψεν · ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
23.732 πλησίοι ἀλλήλοισι , μιάνθησαν δὲ κονίῃ .
23.733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ’ ἐπάλαιον ,
23.734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε ·
23.735 μηκέτ’ ἐρείδεσθον , μὴ δὲ τρίβεσθε κακοῖσι ·
23.736 νίκη δ’ ἀμφοτέροισιν · ἀέθλια δ’ ἶσ’ ἀνελόντες
23.737 ἔρχεσθ’ , ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί .
23.738 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο ,
23.739 καί ῥ’ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας .
23.740 Πηλεΐδης δ’ αἶψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
23.741 ἀργύρεον κρητῆρα τετυγμένον · ἓξ δ’ ἄρα μέτρα
23.742 χάνδανεν , αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶαν
23.743 πολλόν , ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν ,
23.744 Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον ,
23.745 στῆσαν δ’ ἐν λιμένεσσι , Θόαντι δὲ δῶρον ἔδωκαν ·
23.746 υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
23.747 Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος .
23.748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο ,
23.749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο ·
23.750 δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ ,
23.751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ ἔθηκε .
23.752 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.753 ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε .
23.754 ὣς ἔφατ’ , ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας ,
23.755 ἂν δ’ Ὀδυσεὺς πολύμητις , ἔπειτα δὲ Νέστορος υἱὸς
23.756 Ἀντίλοχος · γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα .