23.637 δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον .
23.638 οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε
23.639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης ,
23.640 οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόθι λείπετ’ ἄεθλα .
23.641 οἳ δ’ ἄρ’ ἔσαν δίδυμοι · μὲν ἔμπεδον ἡνιόχευεν ,
23.642 ἔμπεδον ἡνιόχευ’ , δ’ ἄρα μάστιγι κέλευεν .
23.643 ὥς ποτ’ ἔον · νῦν αὖτε νεώτεροι ἀντιοώντων
23.644 ἔργων τοιούτων · ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
23.645 πείθεσθαι , τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν .
23.646 ἀλλ’ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε .
23.647 τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι , χαίρει δέ μοι ἦτορ ,
23.648 ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος , οὐδέ σε λήθω ,
23.649 τιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι μετ’ Ἀχαιοῖς .
23.650 σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν .
23.651 ὣς φάτο , Πηλεΐδης δὲ πολὺν καθ’ ὅμιλον Ἀχαιῶν
23.652 ᾤχετ’ , ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε Νηλεΐδαο .
23.653 αὐτὰρ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα ·
23.654 ἡμίονον ταλαεργὸν ἄγων κατέδησ’ ἐν ἀγῶνι
23.655 ἑξέτε’ ἀδμήτην , τ’ ἀλγίστη δαμάσασθαι ·
23.656 τῷ δ’ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον .
23.657 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.658 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
23.659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν , περ ἀρίστω ,
23.660 πὺξ μάλ’ ἀνασχομένω πεπληγέμεν · δέ κ’ Ἀπόλλων
23.661 δώῃ καμμονίην , γνώωσι δὲ πάντες Ἀχαιοί ,
23.662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω ·
23.663 αὐτὰρ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον .
23.664 ὣς ἔφατ’ , ὄρνυτο δ’ αὐτίκ’ ἀνὴρ ἠΰς τε μέγας τε
23.665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός ,
23.666 ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ φώνησέν τε ·