23.608 σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο ·
23.609 τώ τοι λισσομένῳ ἐπιπείσομαι , ἠδὲ καὶ ἵππον
23.610 δώσω ἐμήν περ ἐοῦσαν , ἵνα γνώωσι καὶ οἵδε
23.611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής .
23.612 ῥα , καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
23.613 ἵππον ἄγειν · δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα .
23.614 Μηριόνης δ’ ἀνάειρε δύω χρυσοῖο τάλαντα
23.615 τέτρατος , ὡς ἔλασεν . πέμπτον δ’ ὑπελείπετ’ ἄεθλον ,
23.616 ἀμφίθετος φιάλη · τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
23.617 Ἀργείων ἀν’ ἀγῶνα φέρων , καὶ ἔειπε παραστάς ·
23.618 τῆ νῦν , καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
23.619 Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι · οὐ γὰρ ἔτ’ αὐτὸν
23.620 ὄψῃ ἐν Ἀργείοισι · δίδωμι δέ τοι τόδ’ ἄεθλον
23.621 αὔτως · οὐ γὰρ πύξ γε μαχήσεαι , οὐδὲ παλαίσεις ,
23.622 οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι , οὐδὲ πόδεσσι
23.623 θεύσεαι · ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει .
23.624 ὣς εἰπὼν ἐν χερσὶ τίθει · δ’ ἐδέξατο χαίρων ,
23.625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
23.626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες ·
23.627 οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα φίλος πόδες , οὐδέ τι χεῖρες
23.628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί .
23.629 εἴθ’ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
23.630 ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
23.631 Βουπρασίῳ , παῖδες δ’ ἔθεσαν βασιλῆος ἄεθλα ·
23.632 ἔνθ’ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’ , οὔτ’ ἄρ’ Ἐπειῶν
23.633 οὔτ’ αὐτῶν Πυλίων οὔτ’ Αἰτωλῶν μεγαθύμων .
23.634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν ,
23.635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον , ὅς μοι ἀνέστη ·
23.636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα ,