23.667 ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον ·
23.668 ἡμίονον δ’ οὔ φημί τιν’ ἀξέμεν ἄλλον Ἀχαιῶν
23.669 πυγμῇ νικήσαντ’ , ἐπεὶ εὔχομαι εἶναι ἄριστος .
23.670 οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι ; οὐδ’ ἄρα πως ἦν
23.671 ἐν πάντεσσ’ ἔργοισι δαήμονα φῶτα γενέσθαι .
23.672 ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
23.673 ἀντικρὺ χρόα τε ῥήξω σύν τ’ ὀστέ’ ἀράξω .
23.674 κηδεμόνες δέ οἱ ἐνθάδ’ ἀολλέες αὖθι μενόντων ,
23.675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα .
23.676 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
23.677 Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
23.678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος ,
23.679 ὅς ποτε Θήβας δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο
23.680 ἐς τάφον · ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας .
23.681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
23.682 θαρσύνων ἔπεσιν , μέγα δ’ αὐτῷ βούλετο νίκην .
23.683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν , αὐτὰρ ἔπειτα
23.684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο .
23.685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα ,
23.686 ἄντα δ’ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω
23.687 σύν ῥ’ ἔπεσον , σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν .
23.688 δεινὸς δὲ χρόμαδος γενύων γένετ’ , ἔρρεε δ’ ἱδρὼς
23.689 πάντοθεν ἐκ μελέων · ἐπὶ δ’ ὄρνυτο δῖος Ἐπειός ,
23.690 κόψε δὲ παπτήναντα παρήϊον · οὐδ’ ἄρ’ ἔτι δὴν
23.691 ἑστήκειν · αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα .
23.692 ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
23.693 θίν’ ἐν φυκιόεντι , μέλαν δέ κῦμα κάλυψεν ,
23.694 ὣς πληγεὶς ἀνέπαλτ’ · αὐτὰρ μεγάθυμος Ἐπειὸς
23.695 χερσὶ λαβὼν ὤρθωσε · φίλοι δ’ ἀμφέσταν ἑταῖροι ,
23.696 οἵ μιν ἄγον δι’ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν