23.579 εἰ δ’ ἄγ’ ἐγὼν αὐτὸς δικάσω , καί μ’ οὔ τινά φημι
23.580 ἄλλον ἐπιπλήξειν Δαναῶν · ἰθεῖα γὰρ ἔσται .
23.581 Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφές , θέμις ἐστί ,
23.582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος , αὐτὰρ ἱμάσθλην
23.583 χερσὶν ἔχε ῥαδινήν , περ τὸ πρόσθεν ἔλαυνες ,
23.584 ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
23.585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι .
23.586 τὸν δ’ αὖτ’ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα ·
23.587 ἄνσχεο νῦν · πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
23.588 σεῖο ἄναξ Μενέλαε , σὺ δὲ πρότερος καὶ ἀρείων .
23.589 οἶσθ’ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι ·
23.590 κραιπνότερος μὲν γάρ τε νόος , λεπτὴ δέ τε μῆτις .
23.591 τώ τοι ἐπιτλήτω κραδίη · ἵππον δέ τοι αὐτὸς
23.592 δώσω , τὴν ἀρόμην . εἰ καί νύ κεν οἴκοθεν ἄλλο
23.593 μεῖζον ἐπαιτήσειας , ἄφαρ κέ τοι αὐτίκα δοῦναι
23.594 βουλοίμην σοί γε διοτρεφὲς ἤματα πάντα
23.595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός .
23.596 ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
23.597 ἐν χείρεσσι τίθει Μενελάου · τοῖο δὲ θυμὸς
23.598 ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
23.599 ληΐου ἀλδήσκοντος , ὅτε φρίσσουσιν ἄρουραι ·
23.600 ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη .
23.601 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
23.602 Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
23.603 χωόμενος , ἐπεὶ οὔ τι παρήορος οὐδ’ ἀεσίφρων
23.604 ἦσθα πάρος · νῦν αὖτε νόον νίκησε νεοίη .
23.605 δεύτερον αὖτ’ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν .
23.606 οὐ γάρ κέν με τάχ’ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν .
23.607 ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας