23.550 καὶ πρόβατ’ , εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι ·
23.551 τῶν οἱ ἔπειτ’ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
23.552 ἠὲ καὶ αὐτίκα νῦν , ἵνα σ’ αἰνήσωσιν Ἀχαιοί .
23.553 τὴν δ’ ἐγὼ οὐ δώσω · περὶ δ’ αὐτῆς πειρηθήτω
23.554 ἀνδρῶν ὅς κ’ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι .
23.555 ὣς φάτο , μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
23.556 χαίρων Ἀντιλόχῳ , ὅτι οἱ φίλος ἦεν ἑταῖρος ·
23.557 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
23.558 Ἀντίλοχ’ , εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
23.559 Εὐμήλῳ ἐπιδοῦναι , ἐγὼ δέ κε καὶ τὸ τελέσσω .
23.560 δώσω οἱ θώρηκα , τὸν Ἀστεροπαῖον ἀπηύρων
23.561 χάλκεον , πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
23.562 ἀμφιδεδίνηται · πολέος δέ οἱ ἄξιος ἔσται .
23.563 ῥα , καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
23.564 οἰσέμεναι κλισίηθεν · δ’ ᾤχετο καί οἱ ἔνεικεν ,
23.565 Εὐμήλῳ δ’ ἐν χερσὶ τίθει · δὲ δέξατο χαίρων .
23.566 τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
23.567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος · ἐν δ’ ἄρα κῆρυξ
23.568 χειρὶ σκῆπτρον ἔθηκε , σιωπῆσαί τε κέλευσεν
23.569 Ἀργείους · δ’ ἔπειτα μετηύδα ἰσόθεος φώς ·
23.570 Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας .
23.571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν , βλάψας δέ μοι ἵππους
23.572 τοὺς σοὺς πρόσθε βαλών , οἵ τοι πολὺ χείρονες ἦσαν .
23.573 ἀλλ’ ἄγετ’ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
23.574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε , μὴ δ’ ἐπ’ ἀρωγῇ ,
23.575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων ·
23.576 Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
23.577 οἴχεται ἵππον ἄγων , ὅτι οἱ πολὺ χείρονες ἦσαν
23.578 ἵπποι , αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε .