23.520 οὐραῖαι · δέ τ’ ἄγχι μάλα τρέχει , οὐδέ τι πολλὴ
23.521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος ·
23.522 τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
23.523 λείπετ’ · ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο ,
23.524 ἀλλά μιν αἶψα κίχανεν · ὀφέλλετο γὰρ μένος ἠῢ
23.525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης ·
23.526 εἰ δέ κ’ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι ,
23.527 τώ κέν μιν παρέλασσ’ οὐδ’ ἀμφήριστον ἔθηκεν .
23.528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
23.529 λείπετ’ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν ·
23.530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι ,
23.531 ἤκιστος δ’ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν ἀγῶνι .
23.532 υἱὸς δ’ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
23.533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους .
23.534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς ,
23.535 στὰς δ’ ἄρ’ ἐν Ἀργείοις ἔπεα πτερόεντ’ ἀγόρευε ·
23.536 λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους ·
23.537 ἀλλ’ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
23.538 δεύτερ’ · ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός .
23.539 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε .
23.540 καί νύ κέ οἱ πόρεν ἵππον , ἐπῄνησαν γὰρ Ἀχαιοί ,
23.541 εἰ μὴ ἄρ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
23.542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ’ ἀναστάς ·
23.543 Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
23.544 τοῦτο ἔπος · μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
23.545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ ἵππω
23.546 αὐτός τ’ ἐσθλὸς ἐών · ἀλλ’ ὤφελεν ἀθανάτοισιν
23.547 εὔχεσθαι · τό κεν οὔ τι πανύστατος ἦλθε διώκων .
23.548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
23.549 ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς , ἔστι δὲ χαλκὸς