23.490 καί νύ κε δὴ προτέρω ἔτ’ ἔρις γένετ’ ἀμφοτέροισιν ,
23.491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον ·
23.492 μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
23.493 Αἶαν Ἰδομενεῦ τε κακοῖς , ἐπεὶ οὐδὲ ἔοικε .
23.494 καὶ δ’ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι .
23.495 ἀλλ’ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
23.496 ἵππους · οἳ δὲ τάχ’ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
23.497 ἐνθάδ’ ἐλεύσονται · τότε δὲ γνώσεσθε ἕκαστος
23.498 ἵππους Ἀργείων , οἳ δεύτεροι οἵ τε πάροιθεν .
23.499 ὣς φάτο , Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων ,
23.500 μάστι δ’ αἰὲν ἔλαυνε κατωμαδόν · οἳ δέ οἱ ἵπποι
23.501 ὑψόσ’ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον .
23.502 αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον ,
23.503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
23.504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον · οὐδέ τι πολλὴ
23.505 γίγνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
23.506 ἐν λεπτῇ κονίῃ · τὼ δὲ σπεύδοντε πετέσθην .
23.507 στῆ δὲ μέσῳ ἐν ἀγῶνι , πολὺς δ’ ἀνεκήκιεν ἱδρὼς
23.508 ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε .
23.509 αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος ,
23.510 κλῖνε δ’ ἄρα μάστιγα ποτὶ ζυγόν · οὐδὲ μάτησεν
23.511 ἴφθιμος Σθένελος , ἀλλ’ ἐσσυμένως λάβ’ ἄεθλον ,
23.512 δῶκε δ’ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
23.513 καὶ τρίποδ’ ὠτώεντα φέρειν · δ’ ἔλυεν ὑφ’ ἵππους .
23.514 τῷ δ’ ἄρ’ ἐπ’ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
23.515 κέρδεσιν , οὔ τι τάχει γε , παραφθάμενος Μενέλαον ·
23.516 ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ’ ἐγγύθεν ὠκέας ἵππους .
23.517 ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται , ὅς ῥα ἄνακτα
23.518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι ·
23.519 τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι