23.460 ἄλλος δ’ ἡνίοχος ἰνδάλλεται · αἳ δέ που αὐτοῦ
23.461 ἔβλαβεν ἐν πεδίῳ , αἳ κεῖσέ γε φέρτεραι ἦσαν ·
23.462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας ,
23.463 νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν · πάντῃ δέ μοι ὄσσε
23.464 Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι ·
23.465 ἦε τὸν ἡνίοχον φύγον ἡνία , οὐδὲ δυνάσθη
23.466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας ·
23.467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ’ ἅρματα ἆξαι ,
23.468 αἳ δ’ ἐξηρώησαν , ἐπεὶ μένος ἔλλαβε θυμόν .
23.469 ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν · οὐ γὰρ ἔγωγε
23.470 εὖ διαγιγνώσκω · δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
23.471 Αἰτωλὸς γενεήν , μετὰ δ’ Ἀργείοισιν ἀνάσσει
23.472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης .
23.473 τὸν δ’ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας ·
23.474 Ἰδομενεῦ τί πάρος λαβρεύεαι ; αἳ δέ τ’ ἄνευθεν
23.475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται .
23.476 οὔτε νεώτατός ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον ,
23.477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε ·
23.478 ἀλλ’ αἰεὶ μύθοις λαβρεύεαι · οὐδέ τί σε χρὴ
23.479 λαβραγόρην ἔμεναι · πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι .
23.480 ἵπποι δ’ αὐταὶ ἔασι παροίτεραι , αἳ τὸ πάρος περ ,
23.481 Εὐμήλου , ἐν δ’ αὐτὸς ἔχων εὔληρα βέβηκε .
23.482 τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
23.483 Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
23.484 δεύεαι Ἀργείων , ὅτι τοι νόος ἐστὶν ἀπηνής .
23.485 δεῦρό νυν τρίποδος περιδώμεθον ἠὲ λέβητος ,
23.486 ἴστορα δ’ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω ,
23.487 ὁππότεραι πρόσθ’ ἵπποι , ἵνα γνώῃς ἀποτίνων .
23.488 ὣς ἔφατ’ , ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας
23.489 χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι ·