23.429 ὣς ἔφατ’ , Ἀντίλοχος δ’ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
23.430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς .
23.431 ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται ,
23.432 ὅν τ’ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης ,
23.433 τόσσον ἐπιδραμέτην · αἳ δ’ ἠρώησαν ὀπίσσω
23.434 Ἀτρεΐδεω · αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
23.435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι ,
23.436 δίφρους τ’ ἀνστρέψειαν ἐϋπλεκέας , κατὰ δ’ αὐτοὶ
23.437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης .
23.438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος ·
23.439 Ἀντίλοχ’ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος ·
23.440 ἔρρ’ , ἐπεὶ οὔ σ’ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί .
23.441 ἀλλ’ οὐ μὰν οὐδ’ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον .
23.442 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε ·
23.443 μή μοι ἐρύκεσθον μὴ δ’ ἕστατον ἀχνυμένω κῆρ .
23.444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
23.445 ὑμῖν · ἄμφω γὰρ ἀτέμβονται νεότητος .
23.446 ὣς ἔφαθ’ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
23.447 μᾶλλον ἐπιδραμέτην , τάχα δέ σφισιν ἄγχι γένοντο .
23.448 Ἀργεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
23.449 ἵππους · τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο .
23.450 πρῶτος δ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ’ ἵππους ·
23.451 ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ ·
23.452 τοῖο δ’ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
23.453 ἔγνω , φράσσατο δ’ ἵππον ἀριπρεπέα προὔχοντα ,
23.454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν , ἐν δὲ μετώπῳ
23.455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη .
23.456 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.457 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
23.458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς ;
23.459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι ,