23.216 ἐν δὲ πυρῇ πεσέτην , μέγα δ’ ἴαχε θεσπιδαὲς πῦρ .
23.217 παννύχιοι δ’ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ’ ἔβαλλον
23.218 φυσῶντες λιγέως · δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
23.219 χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
23.220 οἶνον ἀφυσσόμενος χαμάδις χέε , δεῦε δὲ γαῖαν
23.221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο .
23.222 ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
23.223 νυμφίου , ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας ,
23.224 ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων ,
23.225 ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων .
23.226 ἦμος δ’ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν ,
23.227 ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς ,
23.228 τῆμος πυρκαϊὴ ἐμαραίνετο , παύσατο δὲ φλόξ .
23.229 οἳ δ’ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
23.230 Θρηΐκιον κατὰ πόντον · δ’ ἔστενεν οἴδματι θύων .
23.231 Πηλεΐδης δ’ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
23.232 κλίνθη κεκμηώς , ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν ·
23.233 οἳ δ’ ἀμφ’ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο ·
23.234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν ,
23.235 ἕζετο δ’ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν ·
23.236 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν ,
23.237 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ’ αἴθοπι οἴνῳ
23.238 πᾶσαν , ὁπόσσον ἐπέσχε πυρὸς μένος · αὐτὰρ ἔπειτα
23.239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
23.240 εὖ διαγιγνώσκοντες · ἀριφραδέα δὲ τέτυκται ·
23.241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ , τοὶ δ’ ἄλλοι ἄνευθεν
23.242 ἐσχατιῇ καίοντ’ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες .
23.243 καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
23.244 θείομεν , εἰς κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι .
23.245 τύμβον δ’ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα ,
23.246 ἀλλ’ ἐπιεικέα τοῖον · ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ