23.185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
23.186 ἤματα καὶ νύκτας , ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
23.187 ἀμβροσίῳ , ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων .
23.188 τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
23.189 οὐρανόθεν πεδίον δέ , κάλυψε δὲ χῶρον ἅπαντα
23.190 ὅσσον ἐπεῖχε νέκυς , μὴ πρὶν μένος ἠελίοιο
23.191 σκήλει’ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν .
23.192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος ·
23.193 ἔνθ’ αὖτ’ ἀλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
23.194 στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ’ ἀνέμοισι
23.195 Βορέῃ καὶ Ζεφύρῳ , καὶ ὑπίσχετο ἱερὰ καλά ·
23.196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
23.197 ἐλθέμεν , ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί ,
23.198 ὕλη τε σεύαιτο καήμεναι . ὦκα δὲ Ἶρις
23.199 ἀράων ἀΐουσα μετάγγελος ἦλθ’ ἀνέμοισιν .
23.200 οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
23.201 εἰλαπίνην δαίνυντο · θέουσα δὲ Ἶρις ἐπέστη
23.202 βηλῷ ἔπι λιθέῳ · τοὶ δ’ ὡς ἴδον ὀφθαλμοῖσι
23.203 πάντες ἀνήϊξαν , κάλεόν τέ μιν εἰς ἕκαστος ·
23.204 δ’ αὖθ’ ἕζεσθαι μὲν ἀνήνατο , εἶπε δὲ μῦθον ·
23.205 οὐχ ἕδος · εἶμι γὰρ αὖτις ἐπ’ Ὠκεανοῖο ῥέεθρα
23.206 Αἰθιόπων ἐς γαῖαν , ὅθι ῥέζουσ’ ἑκατόμβας
23.207 ἀθανάτοις , ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν .
23.208 ἀλλ’ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
23.209 ἐλθεῖν ἀρᾶται , καὶ ὑπίσχεται ἱερὰ καλά ,
23.210 ὄφρα πυρὴν ὄρσητε καήμεναι , ἔνι κεῖται
23.211 Πάτροκλος , τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί .
23.212 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπεβήσετο , τοὶ δ’ ὀρέοντο
23.213 ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν .
23.214 αἶψα δὲ πόντον ἵκανον ἀήμεναι , ὦρτο δὲ κῦμα
23.215 πνοιῇ ὕπο λιγυρῇ · Τροίην δ’ ἐρίβωλον ἱκέσθην ,