23.247 εὐρύν θ’ ὑψηλόν τε τιθήμεναι , οἵ κεν ἐμεῖο
23.248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε .
23.249 ὣς ἔφαθ’ , οἳ δ’ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι .
23.250 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
23.251 ὅσσον ἐπὶ φλὸξ ἦλθε , βαθεῖα δὲ κάππεσε τέφρη ·
23.252 κλαίοντες δ’ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
23.253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν ,
23.254 ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ·
23.255 τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
23.256 ἀμφὶ πυρήν · εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν ,
23.257 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον . αὐτὰρ Ἀχιλλεὺς
23.258 αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα ,
23.259 νηῶν δ’ ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε
23.260 ἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα ,
23.261 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον .
23.262 ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα
23.263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
23.264 καὶ τρίποδ’ ὠτώεντα δυωκαιεικοσίμετρον
23.265 τῷ πρώτῳ · ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
23.266 ἑξέτε’ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν ·
23.267 αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
23.268 καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ’ αὔτως ·
23.269 τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα ,
23.270 πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε .
23.271 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.272 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
23.273 ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι .
23.274 εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
23.275 τ’ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην .
23.276 ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι ·
23.277 ἀθάνατοί τε γάρ εἰσι , Ποσειδάων δὲ πόρ’ αὐτοὺς
23.278 πατρὶ ἐμῷ Πηλῆϊ , δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν .