23.156 Ἀτρεΐδη , σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
23.157 πείσονται μύθοισι , γόοιο μὲν ἔστι καὶ ἆσαι ,
23.158 νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
23.159 ὅπλεσθαι · τάδε δ’ ἀμφὶ πονησόμεθ’ οἷσι μάλιστα
23.160 κήδεός ἐστι νέκυς · παρὰ δ’ οἵ τ’ ἀγοὶ ἄμμι μενόντων .
23.161 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
23.162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας ,
23.163 κηδεμόνες δὲ παρ’ αὖθι μένον καὶ νήεον ὕλην ,
23.164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα ,
23.165 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ .
23.166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
23.167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον · ἐκ δ’ ἄρα πάντων
23.168 δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
23.169 ἐς πόδας ἐκ κεφαλῆς , περὶ δὲ δρατὰ σώματα νήει .
23.170 ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
23.171 πρὸς λέχεα κλίνων · πίσυρας δ’ ἐριαύχενας ἵππους
23.172 ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων .
23.173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν ,
23.174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας ,
23.175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
23.176 χαλκῷ δηϊόων · κακὰ δὲ φρεσὶ μήδετο ἔργα ·
23.177 ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο .
23.178 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα , φίλον δ’ ὀνόμηνεν ἑταῖρον ·
23.179 χαῖρέ μοι Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι ·
23.180 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην ,
23.181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
23.182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει · Ἕκτορα δ’ οὔ τι
23.183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν , ἀλλὰ κύνεσσιν .
23.184 ὣς φάτ’ ἀπειλήσας · τὸν δ’ οὐ κύνες ἀμφεπένοντο ,