23.126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ .
23.127 αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
23.128 ἥατ’ ἄρ’ αὖθι μένοντες ἀολλέες . αὐτὰρ Ἀχιλλεὺς
23.129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
23.130 χαλκὸν ζώννυσθαι , ζεῦξαι δ’ ὑπ’ ὄχεσφιν ἕκαστον
23.131 ἵππους · οἳ δ’ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον ,
23.132 ἂν δ’ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε ,
23.133 πρόσθε μὲν ἱππῆες , μετὰ δὲ νέφος εἵπετο πεζῶν
23.134 μυρίοι · ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι .
23.135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν , ἃς ἐπέβαλλον
23.136 κειρόμενοι · ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
23.137 ἀχνύμενος · ἕταρον γὰρ ἀμύμονα πέμπ’ Ἄϊδος δέ .
23.138 οἳ δ’ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ’ Ἀχιλλεὺς
23.139 κάτθεσαν , αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην .
23.140 ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
23.141 στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην ,
23.142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν ·
23.143 ὀχθήσας δ’ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον ·
23.144 Σπερχεί’ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
23.145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
23.146 σοί τε κόμην κερέειν ῥέξειν θ’ ἱερὴν ἑκατόμβην ,
23.147 πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ἱερεύσειν
23.148 ἐς πηγάς , ὅθι τοι τέμενος βωμός τε θυήεις .
23.149 ὣς ἠρᾶθ’ γέρων , σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας .
23.150 νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
23.151 Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι .
23.152 ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
23.153 θῆκεν , τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο .
23.154 καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
23.155 εἰ μὴ Ἀχιλλεὺς αἶψ’ Ἀγαμέμνονι εἶπε παραστάς ·