23.95 καί μοι ταῦτα ἕκαστ’ ἐπιτέλλεαι ; αὐτὰρ ἐγώ τοι
23.96 πάντα μάλ’ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις .
23.97 ἀλλά μοι ἆσσον στῆθι · μίνυνθά περ ἀμφιβαλόντε
23.98 ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο .
23.99 ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
23.100 οὐδ’ ἔλαβε · ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
23.101 ᾤχετο τετριγυῖα · ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς
23.102 χερσί τε συμπλατάγησεν , ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν ·
23.103 πόποι ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
23.104 ψυχὴ καὶ εἴδωλον , ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν ·
23.105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
23.106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε ,
23.107 καί μοι ἕκαστ’ ἐπέτελλεν , ἔϊκτο δὲ θέσκελον αὐτῷ .
23.108 ὣς φάτο , τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο ·
23.109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
23.110 ἀμφὶ νέκυν ἐλεεινόν . ἀτὰρ κρείων Ἀγαμέμνων
23.111 οὐρῆάς τ’ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
23.112 πάντοθεν ἐκ κλισιῶν · ἐπὶ δ’ ἀνὴρ ἐσθλὸς ὀρώρει
23.113 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος .
23.114 οἳ δ’ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
23.115 σειράς τ’ εὐπλέκτους · πρὸ δ’ ἄρ’ οὐρῆες κίον αὐτῶν .
23.116 πολλὰ δ’ ἄναντα κάταντα πάραντά τε δόχμιά τ’ ἦλθον ·
23.117 ἀλλ’ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης ,
23.118 αὐτίκ’ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
23.119 τάμνον ἐπειγόμενοι · ταὶ δὲ μεγάλα κτυπέουσαι
23.120 πῖπτον · τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
23.121 ἔκδεον ἡμιόνων · ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
23.122 ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά .
23.123 πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον · ὡς γὰρ ἀνώγει
23.124 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος .
23.125 κὰδ δ’ ἄρ’ ἐπ’ ἀκτῆς βάλλον ἐπισχερώ , ἔνθ’ ἄρ’ Ἀχιλλεὺς