23.65 ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
23.66 πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ ἐϊκυῖα
23.67 καὶ φωνήν , καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο ·
23.68 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν ·
23.69 εὕδεις , αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ .
23.70 οὐ μέν μευ ζώοντος ἀκήδεις , ἀλλὰ θανόντος ·
23.71 θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω .
23.72 τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων ,
23.73 οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν ,
23.74 ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ .
23.75 καί μοι δὸς τὴν χεῖρ’ · ὀλοφύρομαι , οὐ γὰρ ἔτ’ αὖτις
23.76 νίσομαι ἐξ Ἀΐδαο , ἐπήν με πυρὸς λελάχητε .
23.77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
23.78 βουλὰς ἑζόμενοι βουλεύσομεν , ἀλλ’ ἐμὲ μὲν κὴρ
23.79 ἀμφέχανε στυγερή , περ λάχε γιγνόμενόν περ ·
23.80 καὶ δὲ σοὶ αὐτῷ μοῖρα , θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ ,
23.81 τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι .
23.82 ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι ·
23.83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ ,
23.84 ἀλλ’ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν ,
23.85 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
23.86 ἤγαγεν ὑμέτερόνδ’ ἀνδροκτασίης ὕπο λυγρῆς ,
23.87 ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
23.88 νήπιος οὐκ ἐθέλων ἀμφ’ ἀστραγάλοισι χολωθείς ·
23.89 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
23.90 ἔτραφέ τ’ ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνεν ·
23.91 ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
23.92 χρύσεος ἀμφιφορεύς , τόν τοι πόρε πότνια μήτηρ .
23.93 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
23.94 τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’ εἰλήλουθας