23.33 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο ·
23.34 πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα .
23.35 αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
23.36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
23.37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ .
23.38 οἳ δ’ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες ,
23.39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
23.40 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , εἰ πεπίθοιεν
23.41 Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα .
23.42 αὐτὰρ γ’ ἠρνεῖτο στερεῶς , ἐπὶ δ’ ὅρκον ὄμοσσεν ·
23.43 οὐ μὰ Ζῆν’ , ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος ,
23.44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
23.45 πρίν γ’ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
23.46 κείρασθαί τε κόμην , ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδε
23.47 ἵξετ’ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω .
23.48 ἀλλ’ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί ·
23.49 ἠῶθεν δ’ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
23.50 ὕλην τ’ ἀξέμεναι παρά τε σχεῖν ὅσσ’ ἐπιεικὲς
23.51 νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα ,
23.52 ὄφρ’ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
23.53 θᾶσσον ἀπ’ ὀφθαλμῶν , λαοὶ δ’ ἐπὶ ἔργα τράπωνται .
23.54 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο .
23.55 ἐσσυμένως δ’ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
23.56 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης .
23.57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
23.58 οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος ,
23.59 Πηλεΐδης δ’ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
23.60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
23.61 ἐν καθαρῷ , ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον ·
23.62 εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
23.63 νήδυμος ἀμφιχυθείς · μάλα γὰρ κάμε φαίδιμα γυῖα
23.64 Ἕκτορ’ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν ·