23.1 ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν · αὐτὰρ Ἀχαιοὶ
23.2 ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο ,
23.3 οἳ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος ,
23.4 Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς ,
23.5 ἀλλ’ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα ·
23.6 Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
23.7 μὴ δή πω ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους ,
23.8 ἀλλ’ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
23.9 Πάτροκλον κλαίωμεν · γὰρ γέρας ἐστὶ θανόντων .
23.10 αὐτὰρ ἐπεί κ’ ὀλοοῖο τεταρπώμεσθα γόοιο ,
23.11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες .
23.12 ὣς ἔφαθ’ , οἳ δ’ ᾤμωξαν ἀολλέες , ἦρχε δ’ Ἀχιλλεύς .
23.13 οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
23.14 μυρόμενοι · μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε .
23.15 δεύοντο ψάμαθοι , δεύοντο δὲ τεύχεα φωτῶν
23.16 δάκρυσι · τοῖον γὰρ πόθεον μήστωρα φόβοιο .
23.17 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
23.18 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου ·
23.19 χαῖρέ μοι Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι ·
23.20 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
23.21 Ἕκτορα δεῦρ’ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι ,
23.22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
23.23 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς .
23.24 ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
23.25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
23.26 ἐν κονίῃς · οἳ δ’ ἔντε’ ἀφωπλίζοντο ἕκαστος
23.27 χάλκεα μαρμαίροντα , λύον δ’ ὑψηχέας ἵππους ,
23.28 κὰδ δ’ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
23.29 μυρίοι · αὐτὰρ τοῖσι τάφον μενοεικέα δαίνυ .
23.30 πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
23.31 σφαζόμενοι , πολλοὶ δ’ ὄϊες καὶ μηκάδες αἶγες ·
23.32 πολλοὶ δ’ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ