22.498 ἔρρ’ οὕτως · οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν .
22.499 δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην
22.500 Ἀστυάναξ , ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
22.501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν ·
22.502 αὐτὰρ ὅθ’ ὕπνος ἕλοι , παύσαιτό τε νηπιαχεύων ,
22.503 εὕδεσκ’ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
22.504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ ·
22.505 νῦν δ’ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
22.506 Ἀστυάναξ , ὃν Τρῶες ἐπίκλησιν καλέουσιν ·
22.507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά .
22.508 νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
22.509 αἰόλαι εὐλαὶ ἔδονται , ἐπεί κε κύνες κορέσωνται
22.510 γυμνόν · ἀτάρ τοι εἵματ’ ἐνὶ μεγάροισι κέονται
22.511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν .
22.512 ἀλλ’ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
22.513 οὐδὲν σοί γ’ ὄφελος , ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς ,
22.514 ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι .
22.515 ὣς ἔφατο κλαίουσ’ , ἐπὶ δὲ στενάχοντο γυναῖκες .