22.410 τῷ δὲ μάλιστ’ ἄρ’ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
22.411 Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης .
22.412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
22.413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων .
22.414 πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον ,
22.415 ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον ·
22.416 σχέσθε φίλοι , καί μ’ οἶον ἐάσατε κηδόμενοί περ
22.417 ἐξελθόντα πόληος ἱκέσθ’ ἐπὶ νῆας Ἀχαιῶν .
22.418 λίσσωμ’ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν ,
22.419 ἤν πως ἡλικίην αἰδέσσεται ἠδ’ ἐλεήσῃ
22.420 γῆρας · καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
22.421 Πηλεύς , ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
22.422 Τρωσί · μάλιστα δ’ ἐμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε .
22.423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας ·
22.424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
22.425 ὡς ἑνός , οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω ,
22.426 Ἕκτορος · ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι ·
22.427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
22.428 μήτηρ θ’ , μιν ἔτικτε δυσάμμορος , ἠδ’ ἐγὼ αὐτός .
22.429 ὣς ἔφατο κλαίων , ἐπὶ δὲ στενάχοντο πολῖται ·
22.430 Τρῳῇσιν δ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο ·
22.431 τέκνον ἐγὼ δειλή · τί νυ βείομαι αἰνὰ παθοῦσα
22.432 σεῦ ἀποτεθνηῶτος ; μοι νύκτάς τε καὶ ἦμαρ
22.433 εὐχωλὴ κατὰ ἄστυ πελέσκεο , πᾶσί τ’ ὄνειαρ
22.434 Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν , οἵ σε θεὸν ὣς
22.435 δειδέχατ’ · γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
22.436 ζωὸς ἐών · νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει .
22.437 ὣς ἔφατο κλαίουσ’ , ἄλοχος δ’ οὔ πώ τι πέπυστο
22.438 Ἕκτορος · οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν