22.439 ἤγγειλ’ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων ,
22.440 ἀλλ’ γ’ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
22.441 δίπλακα πορφυρέην , ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε .
22.442 κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
22.443 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , ὄφρα πέλοιτο
22.444 Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
22.445 νηπίη , οὐδ’ ἐνόησεν μιν μάλα τῆλε λοετρῶν
22.446 χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη .
22.447 κωκυτοῦ δ’ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου ·
22.448 τῆς δ’ ἐλελίχθη γυῖα , χαμαὶ δέ οἱ ἔκπεσε κερκίς ·
22.449 δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα ·
22.450 δεῦτε δύω μοι ἕπεσθον , ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται .
22.451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον , ἐν δ’ ἐμοὶ αὐτῇ
22.452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα , νέρθε δὲ γοῦνα
22.453 πήγνυται · ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν .
22.454 αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος · ἀλλὰ μάλ’ αἰνῶς
22.455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
22.456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται ,
22.457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
22.458 μιν ἔχεσκ’ , ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν ,
22.459 ἀλλὰ πολὺ προθέεσκε , τὸ ὃν μένος οὐδενὶ εἴκων .
22.460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
22.461 παλλομένη κραδίην · ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ
22.462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
22.463 ἔστη παπτήνασ’ ἐπὶ τείχεϊ , τὸν δὲ νόησεν
22.464 ἑλκόμενον πρόσθεν πόλιος · ταχέες δέ μιν ἵπποι
22.465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν .
22.466 τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν ,
22.467 ἤριπε δ’ ἐξοπίσω , ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε .
22.468 τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα ,