22.381 εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν ,
22.382 ὄφρά κ’ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν’ ἔχουσιν ,
22.383 καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος ,
22.384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος .
22.385 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός ;
22.386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
22.387 Πάτροκλος · τοῦ δ’ οὐκ ἐπιλήσομαι , ὄφρ’ ἂν ἔγωγε
22.388 ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ ·
22.389 εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο
22.390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου .
22.391 νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
22.392 νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα , τόνδε δ’ ἄγωμεν .
22.393 ἠράμεθα μέγα κῦδος · ἐπέφνομεν Ἕκτορα δῖον ,
22.394 Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο .
22.395 ῥα , καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα .
22.396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
22.397 ἐς σφυρὸν ἐκ πτέρνης , βοέους δ’ ἐξῆπτεν ἱμάντας ,
22.398 ἐκ δίφροιο δ’ ἔδησε , κάρη δ’ ἕλκεσθαι ἔασεν ·
22.399 ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείρας
22.400 μάστιξέν ῥ’ ἐλάαν , τὼ δ’ οὐκ ἀέκοντε πετέσθην .
22.401 τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος , ἀμφὶ δὲ χαῖται
22.402 κυάνεαι πίτναντο , κάρη δ’ ἅπαν ἐν κονίῃσι
22.403 κεῖτο πάρος χαρίεν · τότε δὲ Ζεὺς δυσμενέεσσι
22.404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ .
22.405 ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν · δέ νυ μήτηρ
22.406 τίλλε κόμην , ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
22.407 τηλόσε , κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα ·
22.408 ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος , ἀμφὶ δὲ λαοὶ
22.409 κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ .