22.209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα ,
22.210 ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο ,
22.211 τὴν μὲν Ἀχιλλῆος , τὴν δ’ Ἕκτορος ἱπποδάμοιο ,
22.212 ἕλκε δὲ μέσσα λαβών · ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ ,
22.213 ᾤχετο δ’ εἰς Ἀΐδαο , λίπεν δέ Φοῖβος Ἀπόλλων .
22.214 Πηλεΐωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη ,
22.215 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
22.216 νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ’ Ἀχιλλεῦ
22.217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
22.218 Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα .
22.219 οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι ,
22.220 οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
22.221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο .
22.222 ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε , τόνδε δ’ ἐγώ τοι
22.223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι .
22.224 ὣς φάτ’ Ἀθηναίη , δ’ ἐπείθετο , χαῖρε δὲ θυμῷ ,
22.225 στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς .
22.226 δ’ ἄρα τὸν μὲν ἔλειπε , κιχήσατο δ’ Ἕκτορα δῖον
22.227 Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν ·
22.228 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα ·
22.229 ἠθεῖ’ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
22.230 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων ·
22.231 ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες .
22.232 τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
22.233 Δηΐφοβ’ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
22.234 γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας ·
22.235 νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι ,
22.236 ὃς ἔτλης ἐμεῦ εἵνεκ’ , ἐπεὶ ἴδες ὀφθαλμοῖσι ,
22.237 τείχεος ἐξελθεῖν , ἄλλοι δ’ ἔντοσθε μένουσι .
22.238 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·