22.239 ἠθεῖ’ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
22.240 λίσσονθ’ ἑξείης γουνούμενοι , ἀμφὶ δ’ ἑταῖροι ,
22.241 αὖθι μένειν · τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες ·
22.242 ἀλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ .
22.243 νῦν δ’ ἰθὺς μεμαῶτε μαχώμεθα , μὴ δέ τι δούρων
22.244 ἔστω φειδωλή , ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
22.245 νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
22.246 νῆας ἔπι γλαφυράς , κεν σῷ δουρὶ δαμήῃ .
22.247 ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη ·
22.248 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
22.249 τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
22.250 οὔ σ’ ἔτι Πηλέος υἱὲ φοβήσομαι , ὡς τὸ πάρος περ
22.251 τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον , οὐδέ ποτ’ ἔτλην
22.252 μεῖναι ἐπερχόμενον · νῦν αὖτέ με θυμὸς ἀνῆκε
22.253 στήμεναι ἀντία σεῖο · ἕλοιμί κεν κεν ἁλοίην .
22.254 ἀλλ’ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα · τοὶ γὰρ ἄριστοι
22.255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων ·
22.256 οὐ γὰρ ἐγώ σ’ ἔκπαγλον ἀεικιῶ , αἴ κεν ἐμοὶ Ζεὺς
22.257 δώῃ καμμονίην , σὴν δὲ ψυχὴν ἀφέλωμαι ·
22.258 ἀλλ’ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’ Ἀχιλλεῦ
22.259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν · ὣς δὲ σὺ ῥέζειν .
22.260 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
22.261 Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε ·
22.262 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά ,
22.263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν ,
22.264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν ,
22.265 ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ φιλήμεναι , οὐδέ τι νῶϊν
22.266 ὅρκια ἔσσονται , πρίν γ’ ἕτερόν γε πεσόντα
22.267 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν .