22.180 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι ;
22.181 ἔρδ’ · ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι .
22.182 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
22.183 θάρσει Τριτογένεια φίλον τέκος · οὔ νύ τι θυμῷ
22.184 πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἤπιος εἶναι ·
22.185 ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο , μὴ δ’ ἔτ’ ἐρώει .
22.186 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην ·
22.187 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα .
22.188 Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς .
22.189 ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
22.190 ὄρσας ἐξ εὐνῆς διά τ’ ἄγκεα καὶ διὰ βήσσας ·
22.191 τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ ,
22.192 ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ ·
22.193 ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα .
22.194 ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων
22.195 ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους ,
22.196 εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι ,
22.197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
22.198 πρὸς πεδίον · αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’ αἰεί .
22.199 ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν ·
22.200 οὔτ’ ἄρ’ τὸν δύναται ὑποφεύγειν οὔθ’ διώκειν ·
22.201 ὣς τὸν οὐ δύνατο μάρψαι ποσίν , οὐδ’ ὃς ἀλύξαι .
22.202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο ,
22.203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
22.204 ἐγγύθεν , ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα ;
22.205 λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς ,
22.206 οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα ,
22.207 μή τις κῦδος ἄροιτο βαλών , δὲ δεύτερος ἔλθοι .
22.208 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο ,