22.149 μὲν γάρ θ’ ὕδατι λιαρῷ ῥέει , ἀμφὶ δὲ καπνὸς
22.150 γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο ·
22.151 δ’ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ ,
22.152 χιόνι ψυχρῇ ἐξ ὕδατος κρυστάλλῳ .
22.153 ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
22.154 καλοὶ λαΐνεοι , ὅθι εἵματα σιγαλόεντα
22.155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
22.156 τὸ πρὶν ἐπ’ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν .
22.157 τῇ ῥα παραδραμέτην φεύγων δ’ ὄπισθε διώκων ·
22.158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε , δίωκε δέ μιν μέγ’ ἀμείνων
22.159 καρπαλίμως , ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
22.160 ἀρνύσθην , τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν ,
22.161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο .
22.162 ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
22.163 ῥίμφα μάλα τρωχῶσι · τὸ δὲ μέγα κεῖται ἄεθλον
22.164 τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος ·
22.165 ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
22.166 καρπαλίμοισι πόδεσσι · θεοὶ δ’ ἐς πάντες ὁρῶντο ·
22.167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
22.168 πόποι φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
22.169 ὀφθαλμοῖσιν ὁρῶμαι · ἐμὸν δ’ ὀλοφύρεται ἦτορ
22.170 Ἕκτορος , ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν
22.171 Ἴδης ἐν κορυφῇσι πολυπτύχου , ἄλλοτε δ’ αὖτε
22.172 ἐν πόλει ἀκροτάτῃ · νῦν αὖτέ δῖος Ἀχιλλεὺς
22.173 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει .
22.174 ἀλλ’ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
22.175 ἠέ μιν ἐκ θανάτοιο σαώσομεν , ἦέ μιν ἤδη
22.176 Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα .
22.177 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
22.178 πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες ·
22.179 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ