22.119 Τρωσὶν δ’ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
22.120 μή τι κατακρύψειν , ἀλλ’ ἄνδιχα πάντα δάσασθαι
22.121 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει ·
22.122 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός ;
22.123 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών , δέ μ’ οὐκ ἐλεήσει
22.124 οὐδέ τί μ’ αἰδέσεται , κτενέει δέ με γυμνὸν ἐόντα
22.125 αὔτως ὥς τε γυναῖκα , ἐπεί κ’ ἀπὸ τεύχεα δύω .
22.126 οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης
22.127 τῷ ὀαριζέμεναι , τε παρθένος ἠΐθεός τε
22.128 παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιιν .
22.129 βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα ·
22.130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ .
22.131 ὣς ὅρμαινε μένων , δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
22.132 ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
22.133 σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
22.134 δεινήν · ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
22.135 πυρὸς αἰθομένου ἠελίου ἀνιόντος .
22.136 Ἕκτορα δ’ , ὡς ἐνόησεν , ἕλε τρόμος · οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
22.137 αὖθι μένειν , ὀπίσω δὲ πύλας λίπε , βῆ δὲ φοβηθείς ·
22.138 Πηλεΐδης δ’ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς .
22.139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
22.140 ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν ,
22.141 δέ θ’ ὕπαιθα φοβεῖται , δ’ ἐγγύθεν ὀξὺ λεληκὼς
22.142 ταρφέ’ ἐπαΐσσει , ἑλέειν τέ θυμὸς ἀνώγει ·
22.143 ὣς ἄρ’ γ’ ἐμμεμαὼς ἰθὺς πέτετο , τρέσε δ’ Ἕκτωρ
22.144 τεῖχος ὕπο Τρώων , λαιψηρὰ δὲ γούνατ’ ἐνώμα .
22.145 οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
22.146 τείχεος αἰὲν ὑπ’ ἐκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο ,
22.147 κρουνὼ δ’ ἵκανον καλλιρρόω · ἔνθα δὲ πηγαὶ
22.148 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος .