22.89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται .
22.90 ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
22.91 πολλὰ λισσομένω · οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον ,
22.92 ἀλλ’ γε μίμν’ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα .
22.93 ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
22.94 βεβρωκὼς κακὰ φάρμακ’ , ἔδυ δέ τέ μιν χόλος αἰνός ,
22.95 σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ ·
22.96 ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
22.97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας ·
22.98 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
22.99 μοι ἐγών , εἰ μέν κε πύλας καὶ τείχεα δύω ,
22.100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει ,
22.101 ὅς μ’ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
22.102 νύχθ’ ὕπο τήνδ’ ὀλοὴν ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς .
22.103 ἀλλ’ ἐγὼ οὐ πιθόμην · τ’ ἂν πολὺ κέρδιον ἦεν .
22.104 νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν ,
22.105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
22.106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο ·
22.107 Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν .
22.108 ὣς ἐρέουσιν · ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη
22.109 ἄντην Ἀχιλῆα κατακτείναντα νέεσθαι ,
22.110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος .
22.111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
22.112 καὶ κόρυθα βριαρήν , δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
22.113 αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
22.114 καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ ,
22.115 πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
22.116 ἠγάγετο Τροίηνδ’ , τ’ ἔπλετο νείκεος ἀρχή ,
22.117 δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν , ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς
22.118 ἄλλ’ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε ·