22.59 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον
22.60 δύσμορον , ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
22.61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ’ ἐπιδόντα
22.62 υἷάς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας ,
22.63 καὶ θαλάμους κεραϊζομένους , καὶ νήπια τέκνα
22.64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι ,
22.65 ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν .
22.66 αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
22.67 ὠμησταὶ ἐρύουσιν , ἐπεί κέ τις ὀξέϊ χαλκῷ
22.68 τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται ,
22.69 οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς ,
22.70 οἵ κ’ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
22.71 κείσοντ’ ἐν προθύροισι . νέῳ δέ τε πάντ’ ἐπέοικεν
22.72 ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
22.73 κεῖσθαι · πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ ·
22.74 ἀλλ’ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
22.75 αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος ,
22.76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν .
22.77 ῥ’ γέρων , πολιὰς δ’ ἄρ’ ἀνὰ τρίχας ἕλκετο χερσὶ
22.78 τίλλων ἐκ κεφαλῆς · οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε .
22.79 μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
22.80 κόλπον ἀνιεμένη , ἑτέρηφι δὲ μαζὸν ἀνέσχε ·
22.81 καί μιν δάκρυ χέουσ’ ἔπεα πτερόεντα προσηύδα ·
22.82 Ἕκτορ τέκνον ἐμὸν τάδε τ’ αἴδεο καί μ’ ἐλέησον
22.83 αὐτήν , εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον ·
22.84 τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
22.85 τείχεος ἐντὸς ἐών , μὴ δὲ πρόμος ἵστασο τούτῳ
22.86 σχέτλιος · εἴ περ γάρ σε κατακτάνῃ , οὔ σ’ ἔτ’ ἔγωγε
22.87 κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος , ὃν τέκον αὐτή ,
22.88 οὐδ’ ἄλοχος πολύδωρος · ἄνευθε δέ σε μέγα νῶϊν