22.30 λαμπρότατος μὲν γ’ ἐστί , κακὸν δέ τε σῆμα τέτυκται ,
22.31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν ·
22.32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος .
22.33 ᾤμωξεν δ’ γέρων , κεφαλὴν δ’ γε κόψατο χερσὶν
22.34 ὑψόσ’ ἀνασχόμενος , μέγα δ’ οἰμώξας ἐγεγώνει
22.35 λισσόμενος φίλον υἱόν · δὲ προπάροιθε πυλάων
22.36 ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι ·
22.37 τὸν δ’ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς ·
22.38 Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
22.39 οἶος ἄνευθ’ ἄλλων , ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
22.40 Πηλεΐωνι δαμείς , ἐπεὶ πολὺ φέρτερός ἐστι
22.41 σχέτλιος · αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
22.42 ὅσσον ἐμοί · τάχα κέν κύνες καὶ γῦπες ἔδοιεν
22.43 κείμενον · κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι ·
22.44 ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
22.45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων .
22.46 καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
22.47 οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων ,
22.48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν .
22.49 ἀλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ , τ’ ἂν ἔπειτα
22.50 χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’ , ἔστι γὰρ ἔνδον ·
22.51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης .
22.52 εἰ δ’ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν ,
22.53 ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα ·
22.54 λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
22.55 ἔσσεται , ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς .
22.56 ἀλλ’ εἰσέρχεο τεῖχος ἐμὸν τέκος , ὄφρα σαώσῃς
22.57 Τρῶας καὶ Τρῳάς , μὴ δὲ μέγα κῦδος ὀρέξῃς
22.58 Πηλεΐδῃ , αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς .