22.1 ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
22.2 ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν
22.3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν · αὐτὰρ Ἀχαιοὶ
22.4 τείχεος ἆσσον ἴσαν σάκε’ ὤμοισι κλίναντες .
22.5 Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
22.6 Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων .
22.7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων ·
22.8 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
22.9 αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον ; οὐδέ νύ πώ με
22.10 ἔγνως ὡς θεός εἰμι , σὺ δ’ ἀσπερχὲς μενεαίνεις .
22.11 νύ τοι οὔ τι μέλει Τρώων πόνος , οὓς ἐφόβησας ,
22.12 οἳ δή τοι εἰς ἄστυ ἄλεν , σὺ δὲ δεῦρο λιάσθης .
22.13 οὐ μέν με κτενέεις , ἐπεὶ οὔ τοι μόρσιμός εἰμι .
22.14 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
22.15 ἔβλαψάς μ’ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
22.16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος · κ’ ἔτι πολλοὶ
22.17 γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι .
22.18 νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο , τοὺς δὲ σάωσας
22.19 ῥηϊδίως , ἐπεὶ οὔ τι τίσιν γ’ ἔδεισας ὀπίσσω .
22.20 σ’ ἂν τισαίμην , εἴ μοι δύναμίς γε παρείη .
22.21 ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει ,
22.22 σευάμενος ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν ,
22.23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο ·
22.24 ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα .
22.25 τὸν δ’ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
22.26 παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο ,
22.27 ὅς ῥά τ’ ὀπώρης εἶσιν , ἀρίζηλοι δέ οἱ αὐγαὶ
22.28 φαίνονται πολλοῖσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ ,
22.29 ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι .