21.592 ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
21.593 σμερδαλέον κονάβησε · πάλιν δ’ ἀπὸ χαλκὸς ὄρουσε
21.594 βλημένου , οὐδ’ ἐπέρησε , θεοῦ δ’ ἠρύκακε δῶρα .
21.595 Πηλεΐδης δ’ ὁρμήσατ’ Ἀγήνορος ἀντιθέοιο
21.596 δεύτερος · οὐδ’ ἔτ’ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι ,
21.597 ἀλλά μιν ἐξήρπαξε , κάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ ,
21.598 ἡσύχιον δ’ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι .
21.599 αὐτὰρ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ ·
21.600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
21.601 ἔστη πρόσθε ποδῶν , δ’ ἐπέσσυτο ποσσὶ διώκειν ·
21.602 εἷος τὸν πεδίοιο διώκετο πυροφόροιο
21.603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
21.604 τυτθὸν ὑπεκπροθέοντα · δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων
21.605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι ·
21.606 τόφρ’ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
21.607 ἀσπάσιοι προτὶ ἄστυ , πόλις δ’ ἔμπλητο ἀλέντων .
21.608 οὐδ’ ἄρα τοί γ’ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
21.609 μεῖναι ἔτ’ ἀλλήλους , καὶ γνώμεναι ὅς τε πεφεύγοι
21.610 ὅς τ’ ἔθαν’ ἐν πολέμῳ · ἀλλ’ ἐσσυμένως ἐσέχυντο
21.611 ἐς πόλιν , ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι .