21.563 μή μ’ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
21.564 καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν .
21.565 οὐκέτ’ ἔπειτ’ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι ·
21.566 λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ’ ἀνθρώπων .
21.567 εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω ·
21.568 καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ ,
21.569 ἐν δὲ ἴα ψυχή , θνητὸν δέ φασ’ ἄνθρωποι
21.570 ἔμμεναι · αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει .
21.571 ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν , ἐν δέ οἱ ἦτορ
21.572 ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι .
21.573 ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
21.574 ἀνδρὸς θηρητῆρος ἐναντίον , οὐδέ τι θυμῷ
21.575 ταρβεῖ οὐδὲ φοβεῖται , ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ ·
21.576 εἴ περ γὰρ φθάμενός μιν οὐτάσῃ ἠὲ βάλῃσιν ,
21.577 ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
21.578 ἀλκῆς , πρίν γ’ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι ·
21.579 ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
21.580 οὐκ ἔθελεν φεύγειν , πρὶν πειρήσαιτ’ Ἀχιλῆος .
21.581 ἀλλ’ γ’ ἄρ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην ,
21.582 ἐγχείῃ δ’ αὐτοῖο τιτύσκετο , καὶ μέγ’ ἀΰτει ·
21.583 δή που μάλ’ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ
21.584 ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
21.585 νηπύτι’ · τ’ ἔτι πολλὰ τετεύξεται ἄλγε’ ἐπ’ αὐτῇ .
21.586 ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν ,
21.587 οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
21.588 Ἴλιον εἰρυόμεσθα · σὺ δ’ ἐνθάδε πότμον ἐφέψεις
21.589 ὧδ’ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής .
21.590 ῥα , καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε ,
21.591 καί ῥ’ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ’ ἀφάμαρτεν .