21.533 ἐγγὺς ὅδε κλονέων · νῦν οἴω λοίγι’ ἔσεσθαι .
21.534 αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες ,
21.535 αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας ·
21.536 δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται .
21.537 ὣς ἔφαθ’ , οἳ δ’ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας ·
21.538 αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος · αὐτὰρ Ἀπόλλων
21.539 ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι .
21.540 οἳ δ’ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
21.541 δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
21.542 φεῦγον · δὲ σφεδανὸν ἔφεπ’ ἔγχεϊ , λύσσα δέ οἱ κῆρ
21.543 αἰὲν ἔχε κρατερή , μενέαινε δὲ κῦδος ἀρέσθαι .
21.544 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν ,
21.545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
21.546 φῶτ’ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε .
21.547 ἐν μέν οἱ κραδίῃ θάρσος βάλε , πὰρ δέ οἱ αὐτὸς
21.548 ἔστη , ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
21.549 φηγῷ κεκλιμένος · κεκάλυπτο δ’ ἄρ’ ἠέρι πολλῇ .
21.550 αὐτὰρ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
21.551 ἔστη , πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι ·
21.552 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
21.553 μοι ἐγών · εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
21.554 φεύγω , τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται ,
21.555 αἱρήσει με καὶ ὧς , καὶ ἀνάλκιδα δειροτομήσει .
21.556 εἰ δ’ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
21.557 Πηλεΐδῃ Ἀχιλῆϊ , ποσὶν δ’ ἀπὸ τείχεος ἄλλῃ
21.558 φεύγω πρὸς πεδίον Ἰλήϊον , ὄφρ’ ἂν ἵκωμαι
21.559 Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω ·
21.560 ἑσπέριος δ’ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
21.561 ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην ·
21.562 ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός ;