21.504 μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς ·
21.505 δ’ ἄρ’ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ ,
21.506 δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη ,
21.507 ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιος ἑανὸς τρέμε · τὴν δὲ προτὶ οἷ
21.508 εἷλε πατὴρ Κρονίδης , καὶ ἀνείρετο ἡδὺ γελάσσας ·
21.509 τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
21.510 μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ ;
21.511 τὸν δ’ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή ·
21.512 σή μ’ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη ,
21.513 ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται .
21.514 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
21.515 αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν ·
21.516 μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
21.517 μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ .
21.518 οἳ δ’ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες ,
21.519 οἳ μὲν χωόμενοι , οἳ δὲ μέγα κυδιόωντες ·
21.520 κὰδ δ’ ἷζον παρὰ πατρὶ κελαινεφεῖ · αὐτὰρ Ἀχιλλεὺς
21.521 Τρῶας ὁμῶς αὐτούς τ’ ὄλεκεν καὶ μώνυχας ἵππους .
21.522 ὡς δ’ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
21.523 ἄστεος αἰθομένοιο , θεῶν δέ μῆνις ἀνῆκε ,
21.524 πᾶσι δ’ ἔθηκε πόνον , πολλοῖσι δὲ κήδε’ ἐφῆκεν ,
21.525 ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε’ ἔθηκεν .
21.526 ἑστήκει δ’ γέρων Πρίαμος θείου ἐπὶ πύργου ,
21.527 ἐς δ’ ἐνόησ’ Ἀχιλῆα πελώριον · αὐτὰρ ὑπ’ αὐτοῦ
21.528 Τρῶες ἄφαρ κλονέοντο πεφυζότες , οὐδέ τις ἀλκὴ
21.529 γίγνεθ’ · δ’ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
21.530 ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς ·
21.531 πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’ εἰς κε λαοὶ
21.532 ἔλθωσι προτὶ ἄστυ πεφυζότες · γὰρ Ἀχιλλεὺς