21.473 πᾶσαν ἐπέτρεψας , μέλεον δέ οἱ εὖχος ἔδωκας ·
21.474 νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως ;
21.475 μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
21.476 εὐχομένου , ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν ,
21.477 ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν .
21.478 ὣς φάτο , τὴν δ’ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων ,
21.479 ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
21.480 νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι ·
21.481 πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί’ ἐμεῖο
21.482 στήσεσθαι ; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
21.483 τοξοφόρῳ περ ἐούσῃ , ἐπεὶ σὲ λέοντα γυναιξὶ
21.484 Ζεὺς θῆκεν , καὶ ἔδωκε κατακτάμεν ἥν κ’ ἐθέλῃσθα .
21.485 ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν
21.486 ἀγροτέρας τ’ ἐλάφους κρείσσοσιν ἶφι μάχεσθαι .
21.487 εἰ δ’ ἐθέλεις πολέμοιο δαήμεναι , ὄφρ’ ἐῢ εἰδῇς
21.488 ὅσσον φερτέρη εἴμ’ , ὅτι μοι μένος ἀντιφερίζεις .
21.489 ῥα , καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
21.490 σκαιῇ , δεξιτερῇ δ’ ἄρ’ ἀπ’ ὤμων αἴνυτο τόξα ,
21.491 αὐτοῖσιν δ’ ἄρ’ ἔθεινε παρ’ οὔατα μειδιόωσα
21.492 ἐντροπαλιζομένην · ταχέες δ’ ἔκπιπτον ὀϊστοί .
21.493 δακρυόεσσα δ’ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια ,
21.494 ῥά θ’ ὑπ’ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
21.495 χηραμόν · οὐδ’ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν ·
21.496 ὣς δακρυόεσσα φύγεν , λίπε δ’ αὐτόθι τόξα .
21.497 Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης ·
21.498 Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι · ἀργαλέον δὲ
21.499 πληκτίζεσθ’ ἀλόχοισι Διὸς νεφεληγερέταο ·
21.500 ἀλλὰ μάλα πρόφρασσα μετ’ ἀθανάτοισι θεοῖσιν
21.501 εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν .
21.502 ὣς ἄρ’ ἔφη , Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
21.503 πεπτεῶτ’ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης .