21.441 νηπύτι’ ὡς ἄνοον κραδίην ἔχες · οὐδέ νυ τῶν περ
21.442 μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
21.443 μοῦνοι νῶϊ θεῶν , ὅτ’ ἀγήνορι Λαομέδοντι
21.444 πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
21.445 μισθῷ ἔπι ῥητῷ · δὲ σημαίνων ἐπέτελλεν .
21.446 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
21.447 εὐρύ τε καὶ μάλα καλόν , ἵν’ ἄρρηκτος πόλις εἴη ·
21.448 Φοῖβε σὺ δ’ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
21.449 Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης .
21.450 ἀλλ’ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
21.451 ἐξέφερον , τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
21.452 Λαομέδων ἔκπαγλος , ἀπειλήσας δ’ ἀπέπεμπε .
21.453 σὺν μὲν γ’ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
21.454 δήσειν , καὶ περάαν νήσων ἔπι τηλεδαπάων ·
21.455 στεῦτο δ’ γ’ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ .
21.456 νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
21.457 μισθοῦ χωόμενοι , τὸν ὑποστὰς οὐκ ἐτέλεσσε .
21.458 τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν , οὐδὲ μεθ’ ἡμέων
21.459 πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
21.460 πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
21.461 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
21.462 ἐννοσίγαι’ οὐκ ἄν με σαόφρονα μυθήσαιο
21.463 ἔμμεναι , εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
21.464 δειλῶν , οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
21.465 ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες ,
21.466 ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι . ἀλλὰ τάχιστα
21.467 παυώμεσθα μάχης · οἳ δ’ αὐτοὶ δηριαάσθων .
21.468 ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ’ · αἴδετο γάρ ῥα
21.469 πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι .
21.470 τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
21.471 Ἄρτεμις ἀγροτέρη , καὶ ὀνείδειον φάτο μῦθον ·
21.472 φεύγεις δὴ ἑκάεργε , Ποσειδάωνι δὲ νίκην