21.410 νηπύτι’ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
21.411 εὔχομ’ ἐγὼν ἔμεναι , ὅτι μοι μένος ἰσοφαρίζεις .
21.412 οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις ,
21.413 τοι χωομένη κακὰ μήδεται οὕνεκ’ Ἀχαιοὺς
21.414 κάλλιπες , αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις .
21.415 ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ ·
21.416 τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
21.417 πυκνὰ μάλα στενάχοντα · μόγις δ’ ἐσαγείρετο θυμόν .
21.418 τὴν δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη ,
21.419 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
21.420 πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
21.421 καὶ δ’ αὖθ’ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
21.422 δηΐου ἐκ πολέμοιο κατὰ κλόνον · ἀλλὰ μέτελθε .
21.423 ὣς φάτ’ , Ἀθηναίη δὲ μετέσσυτο , χαῖρε δὲ θυμῷ ,
21.424 καί ῥ’ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
21.425 ἤλασε · τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ .
21.426 τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ ,
21.427 δ’ ἄρ’ ἐπευχομένη ἔπεα πτερόεντ’ ἀγόρευε ·
21.428 τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
21.429 εἶεν , ὅτ’ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν ,
21.430 ὧδέ τε θαρσαλέοι καὶ τλήμονες , ὡς Ἀφροδίτη
21.431 ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα ·
21.432 τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
21.433 Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον .
21.434 ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη .
21.435 αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων ·
21.436 Φοῖβε τί δὴ νῶϊ διέσταμεν ; οὐδὲ ἔοικεν
21.437 ἀρξάντων ἑτέρων · τὸ μὲν αἴσχιον αἴ κ’ ἀμαχητὶ
21.438 ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ .
21.439 ἄρχε · σὺ γὰρ γενεῆφι νεώτερος · οὐ γὰρ ἔμοιγε
21.440 καλόν , ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα .