21.62 ἄρ’ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται , μιν ἐρύξει
21.63 γῆ φυσίζοος , τε κατὰ κρατερόν περ ἐρύκει .
21.64 ὣς ὅρμαινε μένων · δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
21.65 γούνων ἅψασθαι μεμαώς , περὶ δ’ ἤθελε θυμῷ
21.66 ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν .
21.67 ἤτοι μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
21.68 οὐτάμεναι μεμαώς , δ’ ὑπέδραμε καὶ λάβε γούνων
21.69 κύψας · ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ
21.70 ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο .
21.71 αὐτὰρ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων ,
21.72 τῇ δ’ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει ·
21.73 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
21.74 γουνοῦμαι σ’ Ἀχιλεῦ · σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον ·
21.75 ἀντί τοί εἰμ’ ἱκέταο διοτρεφὲς αἰδοίοιο ·
21.76 πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
21.77 ἤματι τῷ ὅτε μ’ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ ,
21.78 καί μ’ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
21.79 Λῆμνον ἐς ἠγαθέην , ἑκατόμβοιον δέ τοι ἦλφον .
21.80 νῦν δὲ λύμην τρὶς τόσσα πορών · ἠὼς δέ μοί ἐστιν
21.81 ἥδε δυωδεκάτη , ὅτ’ ἐς Ἴλιον εἰλήλουθα
21.82 πολλὰ παθών · νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
21.83 μοῖρ’ ὀλοή · μέλλω που ἀπεχθέσθαι Διὶ πατρί ,
21.84 ὅς με σοὶ αὖτις δῶκε · μινυνθάδιον δέ με μήτηρ
21.85 γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
21.86 Ἄλτεω , ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
21.87 Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι .
21.88 τοῦ δ’ ἔχε θυγατέρα Πρίαμος , πολλὰς δὲ καὶ ἄλλας ·
21.89 τῆς δὲ δύω γενόμεσθα , σὺ δ’ ἄμφω δειροτομήσεις ,
21.90 ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας