21.32 δῶκε δ’ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας .
21.33 αὐτὰρ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων .
21.34 ἔνθ’ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
21.35 ἐκ ποταμοῦ φεύγοντι Λυκάονι , τόν ῥά ποτ’ αὐτὸς
21.36 ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
21.37 ἐννύχιος προμολών · δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ
21.38 τάμνε νέους ὄρπηκας , ἵν’ ἅρματος ἄντυγες εἶεν ·
21.39 τῷ δ’ ἄρ’ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς .
21.40 καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
21.41 νηυσὶν ἄγων , ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε ·
21.42 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ’ ἔδωκεν
21.43 Ἴμβριος Ἠετίων , πέμψεν δ’ ἐς δῖαν Ἀρίσβην ·
21.44 ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα .
21.45 ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
21.46 ἐλθὼν ἐκ Λήμνοιο · δυωδεκάτῃ δέ μιν αὖτις
21.47 χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν , ὅς μιν ἔμελλε
21.48 πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι .
21.49 τὸν δ’ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
21.50 γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος , οὐδ’ ἔχεν ἔγχος ,
21.51 ἀλλὰ τὰ μέν ῥ’ ἀπὸ πάντα χαμαὶ βάλε · τεῖρε γὰρ ἱδρὼς
21.52 φεύγοντ’ ἐκ ποταμοῦ , κάματος δ’ ὑπὸ γούνατ’ ἐδάμνα ·
21.53 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
21.54 πόποι μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι ·
21.55 μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
21.56 αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος ,
21.57 οἷον δὴ καὶ ὅδ’ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
21.58 Λῆμνον ἐς ἠγαθέην πεπερημένος · οὐδέ μιν ἔσχε
21.59 πόντος ἁλὸς πολιῆς , πολέας ἀέκοντας ἐρύκει .
21.60 ἀλλ’ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
21.61 γεύσεται , ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω