21.91 ἀντίθεον Πολύδωρον , ἐπεὶ βάλες ὀξέϊ δουρί ·
21.92 νῦν δὲ δὴ ἐνθάδ’ ἐμοὶ κακὸν ἔσσεται · οὐ γὰρ ὀΐω
21.93 σὰς χεῖρας φεύξεσθαι , ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων .
21.94 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι ·
21.95 μή με κτεῖν’ , ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι ,
21.96 ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε .
21.97 ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
21.98 λισσόμενος ἐπέεσσιν , ἀμείλικτον δ’ ὄπ’ ἄκουσε ·
21.99 νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ’ ἀγόρευε ·
21.100 πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
21.101 τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
21.102 Τρώων , καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ ἐπέρασσα ·
21.103 νῦν δ’ οὐκ ἔσθ’ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
21.104 Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
21.105 καὶ πάντων Τρώων , περὶ δ’ αὖ Πριάμοιό γε παίδων .
21.106 ἀλλὰ φίλος θάνε καὶ σύ · τί ὀλοφύρεαι οὕτως ;
21.107 κάτθανε καὶ Πάτροκλος , περ σέο πολλὸν ἀμείνων .
21.108 οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε ;
21.109 πατρὸς δ’ εἴμ’ ἀγαθοῖο , θεὰ δέ με γείνατο μήτηρ ·
21.110 ἀλλ’ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή ·
21.111 ἔσσεται ἠὼς δείλη μέσον ἦμαρ
21.112 ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
21.113 γε δουρὶ βαλὼν ἀπὸ νευρῆφιν ὀϊστῷ .
21.114 ὣς φάτο , τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ·
21.115 ἔγχος μέν ῥ’ ἀφέηκεν , δ’ ἕζετο χεῖρε πετάσσας
21.116 ἀμφοτέρας · Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ