21.1 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
21.2 Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς ,
21.3 ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
21.4 πρὸς πόλιν , περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
21.5 ἤματι τῷ προτέρῳ , ὅτε μαίνετο φαίδιμος Ἕκτωρ ·
21.6 τῇ ῥ’ οἵ γε προχέοντο πεφυζότες , ἠέρα δ’ Ἥρη
21.7 πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν · ἡμίσεες δὲ
21.8 ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην ,
21.9 ἐν δ’ ἔπεσον μεγάλῳ πατάγῳ , βράχε δ’ αἰπὰ ῥέεθρα ,
21.10 ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον · οἳ δ’ ἀλαλητῷ
21.11 ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας .
21.12 ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
21.13 φευγέμεναι ποταμὸν δέ · τὸ δὲ φλέγει ἀκάματον πῦρ
21.14 ὄρμενον ἐξαίφνης , ταὶ δὲ πτώσσουσι καθ’ ὕδωρ ·
21.15 ὣς ὑπ’ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
21.16 πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν .
21.17 αὐτὰρ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ
21.18 κεκλιμένον μυρίκῃσιν , δ’ ἔσθορε δαίμονι ἶσος
21.19 φάσγανον οἶον ἔχων , κακὰ δὲ φρεσὶ μήδετο ἔργα ,
21.20 τύπτε δ’ ἐπιστροφάδην · τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς
21.21 ἄορι θεινομένων , ἐρυθαίνετο δ’ αἵματι ὕδωρ .
21.22 ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
21.23 φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
21.24 δειδιότες · μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν ·
21.25 ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
21.26 πτῶσσον ὑπὸ κρημνούς . δ’ ἐπεὶ κάμε χεῖρας ἐναίρων ,
21.27 ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
21.28 ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος ·
21.29 τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς ,
21.30 δῆσε δ’ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι ,
21.31 τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι ,