20.487 ἤριπε δ’ ἐξ ὀχέων · δ’ Ἀρηΐθοον θεράποντα
20.488 ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
20.489 νύξ’ , ἀπὸ δ’ ἅρματος ὦσε · κυκήθησαν δέ οἱ ἵπποι .
20.490 ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ
20.491 οὔρεος ἀζαλέοιο , βαθεῖα δὲ καίεται ὕλη ,
20.492 πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει ,
20.493 ὣς γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
20.494 κτεινομένους ἐφέπων · ῥέε δ’ αἵματι γαῖα μέλαινα .
20.495 ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
20.496 τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ ,
20.497 ῥίμφά τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσσ’ ἐριμύκων ,
20.498 ὣς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
20.499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας · αἵματι δ’ ἄξων
20.500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον ,
20.501 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
20.502 αἵ τ’ ἀπ’ ἐπισσώτρων · δὲ ἵετο κῦδος ἀρέσθαι
20.503 Πηλεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους .