20.282 ἔστη , κὰδ δ’ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι ,
20.283 ταρβήσας οἱ ἄγχι πάγη βέλος . αὐτὰρ Ἀχιλλεὺς
20.284 ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
20.285 σμερδαλέα ἰάχων · δὲ χερμάδιον λάβε χειρὶ
20.286 Αἰνείας , μέγα ἔργον , οὐ δύο γ’ ἄνδρε φέροιεν ,
20.287 οἷοι νῦν βροτοί εἰσ’ · δέ μιν ῥέα πάλλε καὶ οἶος .
20.288 ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
20.289 κόρυθ’ ἠὲ σάκος , τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον ,
20.290 τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα ,
20.291 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων ·
20.292 αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν ·
20.293 πόποι μοι ἄχος μεγαλήτορος Αἰνείαο ,
20.294 ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
20.295 πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
20.296 νήπιος , οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον .
20.297 ἀλλὰ τί νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
20.298 μὰψ ἕνεκ’ ἀλλοτρίων ἀχέων , κεχαρισμένα δ’ αἰεὶ
20.299 δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν ;
20.300 ἀλλ’ ἄγεθ’ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν ,
20.301 μή πως καὶ Κρονίδης κεχολώσεται , αἴ κεν Ἀχιλλεὺς
20.302 τόνδε κατακτείνῃ · μόριμον δέ οἵ ἐστ’ ἀλέασθαι ,
20.303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
20.304 Δαρδάνου , ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
20.305 οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων .
20.306 ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων ·
20.307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
20.308 καὶ παίδων παῖδες , τοί κεν μετόπισθε γένωνται .
20.309 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·
20.310 ἐννοσίγαι’ , αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
20.311 Αἰνείαν κέν μιν ἐρύσσεαι κεν ἐάσῃς