20.312 Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι , ἐσθλὸν ἐόντα .
20.313 ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
20.314 πᾶσι μετ’ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
20.315 μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ ,
20.316 μηδ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
20.317 καιομένη , καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν .
20.318 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων ,
20.319 βῆ ῥ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων ,
20.320 ἷξε δ’ ὅθ’ Αἰνείας ἠδ’ κλυτὸς ἦεν Ἀχιλλεύς .
20.321 αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλὺν
20.322 Πηλεΐδῃ Ἀχιλῆϊ · δὲ μελίην εὔχαλκον
20.323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο ·
20.324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν ,
20.325 Αἰνείαν δ’ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ’ ἀείρας .
20.326 πολλὰς δὲ στίχας ἡρώων , πολλὰς δὲ καὶ ἵππων
20.327 Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας ,
20.328 ἷξε δ’ ἐπ’ ἐσχατιὴν πολυάϊκος πολέμοιο ,
20.329 ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο .
20.330 τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων ,
20.331 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
20.332 Αἰνεία , τίς σ’ ὧδε θεῶν ἀτέοντα κελεύει
20.333 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι ,
20.334 ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν ;
20.335 ἀλλ’ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ ,
20.336 μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι .
20.337 αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ ,
20.338 θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι ·
20.339 οὐ μὲν γάρ τίς σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει .
20.340 ὣς εἰπὼν λίπεν αὐτόθ’ , ἐπεὶ διεπέφραδε πάντα .
20.341 αἶψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν σκέδασ’ ἀχλὺν
20.342 θεσπεσίην · δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν ,