20.252 νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας ,
20.253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
20.254 νεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
20.255 πόλλ’ ἐτεά τε καὶ οὐκί · χόλος δέ τε καὶ τὰ κελεύει .
20.256 ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
20.257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον · ἀλλ’ ἄγε θᾶσσον
20.258 γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν .
20.259 ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
20.260 σμερδαλέῳ · μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ .
20.261 Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
20.262 ἔσχετο ταρβήσας · φάτο γὰρ δολιχόσκιον ἔγχος
20.263 ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
20.264 νήπιος , οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
20.265 ὡς οὐ ῥηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
20.266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν .
20.267 οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
20.268 ῥῆξε σάκος · χρυσὸς γὰρ ἐρύκακε , δῶρα θεοῖο ·
20.269 ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας , αἳ δ’ ἄρ’ ἔτι τρεῖς
20.270 ἦσαν , ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων ,
20.271 τὰς δύο χαλκείας , δύο δ’ ἔνδοθι κασσιτέροιο ,
20.272 τὴν δὲ μίαν χρυσῆν , τῇ ῥ’ ἔσχετο μείλινον ἔγχος .
20.273 δεύτερος αὖτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος ,
20.274 καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην
20.275 ἄντυγ’ ὕπο πρώτην , λεπτότατος θέε χαλκός ,
20.276 λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός · δὲ διὰ πρὸ
20.277 Πηλιὰς ἤϊξεν μελίη , λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς .
20.278 Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχε
20.279 δείσας · ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ
20.280 ἔστη ἱεμένη , διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους
20.281 ἀσπίδος ἀμφιβρότης · δ’ ἀλευάμενος δόρυ μακρὸν