20.220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων ·
20.221 τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
20.222 θήλειαι , πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι .
20.223 τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων ,
20.224 ἵππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ ·
20.225 αἳ δ’ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους .
20.226 αἳ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν ,
20.227 ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων ·
20.228 ἀλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης ,
20.229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον .
20.230 Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα ·
20.231 Τρωὸς δ’ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
20.232 Ἶλός τ’ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης ,
20.233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων ·
20.234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
20.235 κάλλεος εἵνεκα οἷο ἵν’ ἀθανάτοισι μετείη .
20.236 Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα ·
20.237 Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
20.238 Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος ·
20.239 Ἀσσάρακος δὲ Κάπυν , δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα ·
20.240 αὐτὰρ ἔμ’ Ἀγχίσης , Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα δῖον .
20.241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι .
20.242 Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
20.243 ὅππως κεν ἐθέλῃσιν · γὰρ κάρτιστος ἁπάντων .
20.244 ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
20.245 ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος .
20.246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
20.247 πολλὰ μάλ’ , οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο .
20.248 στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν , πολέες δ’ ἔνι μῦθοι
20.249 παντοῖοι , ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα .
20.250 ὁπποῖόν κ’ εἴπῃσθα ἔπος , τοῖόν κ’ ἐπακούσαις .
20.251 ἀλλὰ τί ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη