20.189 σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
20.190 καρπαλίμως ; τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων .
20.191 ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες · αὐτὰρ ἐγὼ τὴν
20.192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί ,
20.193 ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
20.194 ἦγον · ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι .
20.195 ἀλλ’ οὐ νῦν ἐρύεσθαι ὀΐομαι , ὡς ἐνὶ θυμῷ
20.196 βάλλεαι · ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω
20.197 ἐς πληθὺν ἰέναι , μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο ,
20.198 πρίν τι κακὸν παθέειν · ῥεχθὲν δέ τε νήπιος ἔγνω .
20.199 τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμείβετο φώνησέν τε ·
20.200 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
20.201 ἔλπεο δειδίξεσθαι , ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
20.202 ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι .
20.203 ἴδμεν δ’ ἀλλήλων γενεήν , ἴδμεν δὲ τοκῆας
20.204 πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων ·
20.205 ὄψει δ’ οὔτ’ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ ἄρ’ ἐγὼ σούς .
20.206 φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι ,
20.207 μητρὸς δ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης ·
20.208 αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
20.209 εὔχομαι ἐκγεγάμεν , μήτηρ δέ μοί ἐστ’ Ἀφροδίτη ·
20.210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
20.211 σήμερον · οὐ γάρ φημ’ ἐπέεσσί γε νηπυτίοισιν
20.212 ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι .
20.213 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι , ὄφρ’ ἐῢ εἰδῇς
20.214 ἡμετέρην γενεήν , πολλοὶ δέ μιν ἄνδρες ἴσασι ·
20.215 Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς ,
20.216 κτίσσε δὲ Δαρδανίην , ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
20.217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων ,
20.218 ἀλλ’ ἔθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης .
20.219 Δάρδανος αὖ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα ,